Jesus' Way is Better

Hebrews - ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:14-13:25

14Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν,οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, 15ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ,μή τις ῥίζα πικρίας ἄνω φύουσαἐνοχλῇκαὶδιʼ αὐτῆςμιανθῶσινπολλοί, 16μή τις πόρνος ἢ βέβηλος ὡς ʼΗσαῦ,ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετοτὰ πρωτοτόκιαἑαυτοῦ.17ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη,μετανοίας γὰρ τόπον οὐχ εὗρεν καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
18Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳκαὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳκαὶ ζόφῳκαὶ θυέλλῃ19καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων,ἧς οἱ ἀκούσαντες παρῃτήσαντομὴπροστεθῆναι αὐτοῖς λόγον, 20οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους,λιθοβοληθήσεται·21καί, οὕτως φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· ἔκφοβός εἰμικαὶἔντρομος.22ἀλλὰ προσεληλύθατε Σιὼν ὄρεικαὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶμυριάσιν ἀγγέλων, πανηγύρει23καὶ ἐκκλησίᾳ πρωτοτόκωνἀπογεγραμμένων ἐν οὐρανοῖςκαὶ κριτῇ θεῷ πάντων καὶπνεύμασινδικαίων τετελειωμένων24καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦκρεῖττον λαλοῦντι παρὰτὸν Ἅβελ.
25Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα·εἰ γὰρ ἐκεῖνοι οὐκἐξέφυγονἐπὶ γῆς παραιτησάμενοι τὸνχρηματίζοντα,πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼοὐρανῶν ἀποστρεφόμενοι, 26οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων·
ἔτι ἅπαξ ἐγὼσείσωοὐ μόνον τὴν γῆνἀλλὰ καὶ τὸν οὐρανόν.
27τὸ δὲ ἔτι ἅπαξδηλοῖτὴν τῶν σαλευομένωνμετάθεσιν ὡς πεποιημένων,ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.28Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντεςἔχωμεν χάριν,διʼἧςλατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰεὐλαβείας καὶ δέους·29καὶ γὰρ ὁ θεὸςἡμῶνπῦρ καταναλίσκον.
131Ἡ φιλαδελφία μενέτω.2τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε,διὰ ταύτηςγὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.3μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.4Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος,πόρνουςγὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.5Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν. αὐτὸς γὰρ εἴρηκεν· οὐ μή σε ἀνῶ οὐδʼ οὐ μή σεἐγκαταλίπω,6ὥστε θαρροῦντας ἡμᾶς λέγειν·
κύριος ἐμοὶ βοηθός,καὶοὐ φοβηθήσομαι,
τί ποιήσει μοι ἄνθρωπος;
7Μνημονεύετε τῶνἡγουμένων ὑμῶν,οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.8Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰςτοὺς αἰῶνας. 9Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴπαραφέρεσθε·καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν,οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱπεριπατοῦντες.10ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσινἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.11ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.12Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν,ἔξω τῆςπύλης ἔπαθεν.13τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·14οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.15Διʼ αὐτοῦ οὖνἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτʼ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.16τῆς δὲ εὐποιΐας καὶκοινωνίας μὴ ἐπιλανθάνεσθε·τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.17Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγονἀποδώσοντες,ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
18Προσεύχεσθεπερὶ ἡμῶν·πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν,ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.19περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι,ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
20Ὁ δὲ θεὸς τῆς εἰρήνης,ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, 21καταρτίσαι ὑμᾶς ἐν παντὶἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐνἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰἸησοῦ Χριστοῦ,ᾧ ἡ δόξα εἰς τοὺς αἰῶναςτῶν αἰώνων, ἀμήν.
22Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.23Γινώσκετε τὸν ἀδελφὸνἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθʼ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς.
24Ἀσπάσασθεπάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους.Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
25Ἡ χάρις μετὰ πάντωνὑμῶν.

OPENING THE WORD

  • What do you like about this portion of Scripture?
  • What do you observe about the ways of God?
  • What do you observe about the key characters in this portion of Scripture?
  • What response are you wanting to make in light of these observations?
Kurt Aland et al., Novum Testamentum Graece
(28th Edition.; Stuttgart: Deutsche Bibelgesellschaft, 2012), Mt.

© 2018 SourceView LLC.
11